Add parallel Print Page Options

λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα [a]ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει· 10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ. 11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. 12 εἶπαν οὖν οἱ μαθηταὶ [b]αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται. 13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει. 14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν, 15 καὶ χαίρω δι’ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. 16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ.

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας [c]ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ [d]ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 [e]πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς [f]τὴν Μάρθαν καὶ [g]Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ [h]ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· [i]Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν [j]ἡ Μάρθα πρὸς [k]τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε [l]οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 22 [m]καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:9 ὧραί εἰσιν WH Treg NIV ] εἰσιν ὧραί RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:12 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:17 ἤδη ἡμέρας WH Treg NIV ] ἡμέρας ἤδη RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:18 Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 πολλοὶ δὲ WH Treg NIV ] καὶ πολλοὶ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 τὴν WH Treg NIV ] τὰς περὶ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 ἀδελφοῦ WH Treg NIV ] + αὐτῶν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:20 Μαρία Treg RP ] Μαριὰμ WH NIV
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 τὸν Treg NIV RP ] – WH
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NIV ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NIV RP